Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.53 Joseph. AJ 5.58 (English) >>Joseph. AJ 5.62

5.56καὶ οἱ μὲν ὧν ἤθελον τυχόντες ἐξ ἀπάτης ἀπῄεσαν πρὸς αὑτούς. Ἰησοῦς δὲ τῆς Χαναναίας στρατεύσας εἰς τὴν ὑπώρειον καὶ μαθὼν οὐ πόρρω τῶν Ἱεροσολύμων τοὺς Γεβεωνίτας κατῳκημένους καὶ τοῦ γένους ὄντας τῶν Χαναναίων, μεταπεμψάμενος αὐτῶν τοὺς ἐν τέλει τῆς ἀπάτης αὐτοῖς ἐνεκάλει. 5.57τῶν δʼ οὐκ ἄλλην ἀφορμὴν σωτηρίας ἔχειν ταύτην προφασιζομένων καὶ διὰ τοῦτʼ ἐπʼ αὐτὴν ἐξ ἀνάγκης καταφυγεῖν συγκαλεῖ τὸν ἀρχιερέα Ἐλεάζαρον καὶ τὴν γερουσίαν, καὶ δημοσίους αὐτοὺς δικαιούντων ποιεῖν ἐπὶ τῷ μὴ παραβῆναι τὸν ὅρκον ἀποδείκνυσιν εἶναι τοιούτους. καὶ οἱ μὲν τῆς καταλαβούσης αὐτοὺς συμφορᾶς τοιαύτην φυλακὴν καὶ ἀσφάλειαν εὕραντο. 5.58

Τοῦ δὲ τῶν Ἱεροσολυμιτῶν βασιλέως χαλεπῶς φέροντος ἐπὶ τῷ μετατάξασθαι πρὸς τὸν Ἰησοῦν τοὺς Γεβεωνίτας καὶ τοὺς τῶν πλησίον ἐθνῶν παρακαλέσαντος βασιλέας συνάρασθαι τῷ κατʼ αὐτῶν πολέμῳ, ὡς τούτους τε εἶδον παρόντας σὺν αὐτῷ, τέσσαρες δὲ ἦσαν, οἱ Γεβεωνῖται καὶ στρατοπεδευσαμένους ἐπί τινι πηγῇ τῆς πόλεως οὐκ ἄπωθεν παρασκευάζεσθαι πρὸς πολιορκίαν, ἐπεκαλοῦντο σύμμαχον Ἰησοῦν· 5.59ἐν τούτοις γὰρ ἦν αὐτοῖς τὰ πράγματα, ὡς ὑπὸ μὲν τούτων ἀπολεῖσθαι προσδοκᾶν, ὑπὸ δὲ τῶν ἐπʼ ὀλέθρῳ τοῦ Χαναναίων γένους στρατευσάντων σωθήσεσθαι διὰ τὴν γενομένην φιλίαν ὑπολαμβάνειν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.53 Joseph. AJ 5.58 (English) >>Joseph. AJ 5.62

Powered by PhiloLogic